Κοινωνική Ομάδα Συζητήσεων

 
 
Picture of ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ
Οι Χριστιανοί και τα αρχαία μνημεία
by ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ - Τετάρτη, 28 Ιανουάριος 2015, 8:59 πμ
 

σὺ μὲν οὖν οὔθ' ἱερὰ κεκλεῖσθαι <ἐκέλευσας> οὔτε μηδένα προσιέναι οὔτε πῦρ οὔτε λιβανωτὸν οὔτε τὰς ἀπὸ τῶν ἄλλων θυμιαμάτων τιμὰς ἐξήλασας τῶν νεῶν οὐδὲ τῶν βωμῶν, οἱ δὲ μελανειμονοῦντες οὗτοι ……………. θέουσιν ἐφ' ἱερὰ ξύλα φέροντες καὶ λίθους καὶ σίδηρον, οἱ δὲ καὶ ἄνευ τούτων χεῖρας καὶ πόδας. ἔπειτα Μυσῶν λεία καθαιρουμένων ὀροφῶν, κατασκαπτομένων τοίχων, κατασπωμένων ἀγαλμάτων, ἀνασπωμένον βωμῶν, τοὺς ἱερεῖς δὲ ἢ σιγᾶν ἢ τεθνάναι δεῖ·