Κοινωνική Ομάδα Συζητήσεων

 
 
Picture of ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ
Οι Βούλγαροι και οι σχέσεις τους με το Βυζάντιο.(page 24)
by ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ - Σάββατο, 23 Απρίλιος 2022, 4:21 μμ
 

Ίδρυση Βουλγαρικού Κράτους, εθνογένεση Βουλγάρων, χάνοι, πόλεμοι, εμπορικές συναλλαγές, εκχριστιανισμός

Picture of ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ
Ίδρυση του Βουλγαρικού Κράτους
by ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ - Τετάρτη, 28 Ιανουάριος 2015, 1:26 μμ
 

ἐν τούτοις οὖν πλατυνθέντων αὐτῶν ἐγαυρίασαν, καὶ ἤρξαντο τὰ ὑπὸ τὴν Ῥωμαϊκὴν πολιτείαν ὄντα κάστρα τε καὶ χωρία ἐπιρρίπτειν καὶ αἰχμαλωτίζειν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ἐτήσια αὐτοῖς συμφωνήσας πάκτα παρέχειν ἐπ' αἰσχύνῃ Ῥωμαίων διὰ πλῆθος πταισμάτων·

Picture of ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ
Συνθήκες των ετών 716 και 812 μεταξύ Βυζαντινών και Βουλγάρων
by ΧΑΡΙΛΑΟΣ ΔΟΛΓΥΡΑΣ - Πέμπτη, 29 Ιανουάριος 2015, 2:27 μμ
 

Τούτῳ τῷ ἔτει Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, διὰ Δαργαμηροῦ τὰ περὶ τῆς εἰρήνης αὖθις πρὸς Μιχαὴλ τὸν βασιλέα ἐπρεσβεύσατο, ζητῶν τὰς ἐπὶ Θεοδοσίου τοῦ Ἀδραμυτινοῦ στοιχηθείσας καὶ Γερμανοῦ τοῦ πατριάρχου σπονδὰς πρὸς Κορμέσιον, τὸν κατ' ἐκεῖνο καιροῦ κύριον Βουλγαρίας· αἳ τοὺς ὅρους περιεῖχον ἀπὸ Μηλεώνων τῆς Θρᾴκης, ἐσθῆτάς τε καὶ κόκκινα δέρματα ἕως τιμῆς λʹ λιτρῶν χρυσίου· καὶ ἐπὶ τούτοις τοὺς πρόσφυγας ἑκατέρων ἀποστρέφεσθαι πρὸς ἑκάτερον, κἂν τύχωσιν ἐπιβουλεύοντες ταῖς ἀρχαῖς, τοὺς δὲ ἐμπορευομένους εἰς ἑκατέρας χώρας διὰ σιγιλλίων καὶ σφραγίδων συνίστασθαι, τοῖς δὲ σφραγῖδας μὴ ἔχουσιν ἀφαιρεῖσθαι τὰ προσόντα αὐτοῖς καὶ εἰσκομίζεσθαι τοῖς δημοσίοις λόγοις.